Work 2 · Passage 13
Aristotle
Greek
δεῖ δὲ τοῦτο μὴ μόνον καθόλου λέγεσθαι, ἀλλὰ καὶ τοῖς καθʼ ἕκαστα ἐφαρμόττειν. ἐν γὰρ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν καθόλου κοινότεροί εἰσιν, οἱ δʼ ἐπὶ μέρους ἀληθινώτεροι· περὶ γὰρ τὰ καθʼ ἕκαστα αἱ πράξεις, δέον δʼ ἐπὶ τούτων συμφωνεῖν. ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς. περὶ μὲν οὖν φόβους καὶ θάρρη ἀνδρεία μεσότης· τῶν δʼ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (πολλὰ δʼ ἐστὶν ἀνώνυμα), ὁ δʼ ἐν τῷ θαρρεῖν ὑπερβάλλων θρασύς, ὁ δʼ ἐν τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων τῷ δὲ θαρρεῖν ἐλλείπων δειλός. περὶ ἡδονὰς δὲ καὶ λύπας—οὐ πάσας, ἧττον δὲ †καὶ† περὶ τὰς λύπας—μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία. ἐλλείποντες δὲ περὶ τὰς ἡδονὰς οὐ πάνυ γίνονται· διόπερ οὐδʼ ὀνόματος τετυχήκασιν οὐδʼ οἱ τοιοῦτοι, ἔστωσαν δὲ ἀναίσθητοι. περὶ δὲ δόσιν χρημάτων καὶ λῆψιν μεσότης μὲν ἐλευθεριότης, ὑπερβολὴ δὲ καὶ ἔλλειψις ἀσωτία καὶ ἀνελευθερία. ἐναντίως δʼ ἐν αὐταῖς ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει ἐν δὲ λήψει ἐλλείπει, ὁ δʼ ἀνελεύθερος ἐν μὲν λήψει ὑπερβάλλει ἐν δὲ προέσει ἐλλείπει. νῦν μὲν οὖν τύπῳ καὶ ἐπὶ κεφαλαίου λέγομεν, ἀρκούμενοι αὐτῷ τούτῳ· ὕστερον δὲ ἀκριβέστερον περὶ αὐτῶν διορισθήσεται. περὶ δὲ χρήματα καὶ ἄλλαι διαθέσεις εἰσί, μεσότης μὲν μεγαλοπρέπεια (ὁ γὰρ μεγαλοπρεπὴς διαφέρει ἐλευθερίου· ὃ μὲν γὰρ περὶ μεγάλα, ὃ δὲ περὶ μικρά), ὑπερβολὴ δὲ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις δὲ μικροπρέπεια· διαφέρουσι δʼ αὗται τῶν περὶ τὴν ἐλευθεριότητα, πῇ δὲ διαφέρουσιν, ὕστερον ῥηθήσεται. περὶ δὲ τιμὴν καὶ ἀτιμίαν μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία
Transliteration
dei de touto me monon katholou legesthai, alla kai tois kathʼ hekasta epharmottein. en gar tois peri tas praxeis logois hoi men katholou koinoteroi eisin, hoi dʼ epi merous alethinoteroi peri gar ta kathʼ hekasta hai praxeis, deon dʼ epi touton symphonein. lepteon oun tauta ek tes diagraphes. peri men oun phobous kai tharrhe andreia mesotes ton dʼ hyperballonton ho men te aphobia anonymos (polla dʼ estin anonyma), ho dʼ en to tharrhein hyperballon thrasys, ho dʼ en to men phobeisthai hyperballon to de tharrhein elleipon deilos. peri hedonas de kai lypas—ou pasas, hetton de †kai† peri tas lypas—mesotes men sophrosyne, hyperbole de akolasia. elleipontes de peri tas hedonas ou pany ginontai dioper oudʼ onomatos tetychekasin oudʼ hoi toioutoi, estosan de anaisthetoi. peri de dosin chrematon kai lepsin mesotes men eleutheriotes, hyperbole de kai elleipsis asotia kai aneleutheria. enantios dʼ en autais hyperballousi kai elleipousin ho men gar asotos en men proesei hyperballei en de lepsei elleipei, ho dʼ aneleutheros en men lepsei hyperballei en de proesei elleipei. nyn men oun typo kai epi kephalaiou legomen, arkoumenoi auto touto hysteron de akribesteron peri auton dioristhesetai. peri de chremata kai allai diatheseis eisi, mesotes men megaloprepeia h(o gar megaloprepes diapherei eleutheriou ho men gar peri megala, ho de peri mikra), hyperbole de apeirokalia kai banausia, elleipsis de mikroprepeia diapherousi dʼ hautai ton peri ten eleutherioteta, pe de diapherousin, hysteron rhethesetai. peri de timen kai atimian mesotes men megalopsychia, hyperbole de chaunotes tis legomene, elleipsis de mikropsychia
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 2 section 7 part 1; bekker 1107b; transliteration: greek-transliteration (build)