Work 3 · Passage 13
Aristotle
Greek
· τῷ δʼ ἐξ οἰνοφλυγίας ἢ ἄλλης ἀκολασίας πᾶς ἂν ἐπιτιμήσαι. τῶν δὴ περὶ τὸ σῶμα κακιῶν αἱ ἐφʼ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ μὴ ἐφʼ ἡμῖν οὔ. εἰ δʼ οὕτω, καὶ ἐπὶ τῶν ἄλλων αἱ ἐπιτιμώμεναι τῶν κακιῶν ἐφʼ ἡμῖν ἂν εἶεν. εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλʼ ὁποῖός ποθʼ ἕκαστός ἐστι, τοιοῦτο καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος· εἰ δὲ μή, οὐθεὶς αὑτῷ αἴτιος τοῦ κακοποιεῖν, ἀλλὰ διʼ ἄγνοιαν τοῦ τέλους ταῦτα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι, ἡ δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατʼ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρʼ ἑτέρου μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλʼ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυΐα. εἰ δὴ ταῦτʼ ἐστὶν ἀληθῆ, τί μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἔσται ἑκούσιον; ἀμφοῖν γὰρ ὁμοίως, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τὸ τέλος φύσει ἢ ὁπωσδήποτε φαίνεται καὶ κεῖται, τὰ δὲ λοιπὰ πρὸς τοῦτο ἀναφέροντες πράττουσιν ὁπωσδήποτε. εἴτε δὴ τὸ τέλος μὴ φύσει ἑκάστῳ φαίνεται οἱονδήποτε, ἀλλά τι καὶ παρʼ αὐτόν ἐστιν, εἴτε τὸ μὲν τέλος φυσικόν, τῷ δὲ τὰ λοιπὰ πράττειν ἑκουσίως τὸν σπουδαῖον ἡ ἀρετὴ ἑκούσιόν ἐστιν, οὐθὲν ἧττον καὶ ἡ κακία ἑκούσιον ἂν εἴη· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ διʼ αὐτὸν ἐν ταῖς πράξεσι καὶ εἰ μὴ ἐν τῷ τέλει. εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί (καὶ γὰρ τῶν ἕξεων συναίτιοί πως αὐτοί ἐσμεν, καὶ τῷ ποιοί τινες εἶναι τὸ τέλος τοιόνδε τιθέμεθα), καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν
Transliteration
to dʼ ex oinophlygias e alles akolasias pas an epitimesai. ton de peri to soma kakion hai ephʼ hemin epitimontai, hai de me ephʼ hemin ou. ei dʼ houto, kai epi ton allon hai epitimomenai ton kakion ephʼ hemin an eien. ei de tis legoi hoti pantes ephientai tou phainomenou agathou, tes de phantasias ou kyrioi, allʼ hopoios pothʼ hekastos esti, toiouto kai to telos phainetai auto ei men oun hekastos heauto tes hexeos esti pos aitios, kai tes phantasias estai pos autos aitios ei de me, outheis hauto aitios tou kakopoiein, alla diʼ agnoian tou telous tauta prattei, dia touton oiomenos hauto to ariston esesthai, he de tou telous ephesis ouk authairetos, alla phynai dei hosper opsin echonta, he krinei kalos kai to katʼ aletheian agathon hairesetai, kai estin euphyes ho touto kalos pephyken to gar megiston kai kalliston, kai ho parʼ heterou me hoion te labein mede mathein, allʼ hoion ephy toiouton hexei, kai to eu kai to kalos touto pephykenai he teleia kai alethine an eie euphyia. ei de tautʼ estin alethe, ti mallon he arete tes kakias estai hekousion; amphoin gar homoios, to agatho kai to kako, to telos physei e hoposdepote phainetai kai keitai, ta de loipa pros touto anapherontes prattousin hoposdepote. eite de to telos me physei hekasto phainetai hoiondepote, alla ti kai parʼ auton estin, eite to men telos physikon, to de ta loipa prattein hekousios ton spoudaion he arete hekousion estin, outhen hetton kai he kakia hekousion an eie homoios gar kai to kako hyparchei to diʼ auton en tais praxesi kai ei me en to telei. ei oun, hosper legetai, hekousioi eisin hai aretai (kai gar ton hexeon synaitioi pos autoi esmen, kai to poioi tines einai to telos toionde tithemetha), kai hai kakiai hekousioi an eien
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 3 section 5 part 3; bekker 1114a; transliteration: greek-transliteration (build)