Work 3 · Passage 20
Aristotle
Greek
· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλʼ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες. οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ φεύγουσι, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. τοῖς μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν καὶ ὁ θάνατος τῆς τοιαύτης σωτηρίας αἱρετώτερος· οἳ δὲ καὶ ἐξ ἀρχῆς ἐκινδύνευον ὡς κρείττους ὄντες, γνόντες δὲ φεύγουσι, τὸν θάνατον μᾶλλον τοῦ αἰσχροῦ φοβούμενοι· ὁ δʼ ἀνδρεῖος οὐ τοιοῦτος. καὶ τὸν θυμὸν δʼ ἐπὶ τὴν ἀνδρείαν φέρουσιν· ἀνδρεῖοι γὰρ εἶναι δοκοῦσι καὶ οἱ διὰ θυμὸν ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς· ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος καὶ καὶ καὶ πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, ὁ δὲ θυμὸς συνεργεῖ αὐτοῖς· τὰ θηρία δὲ διὰ λύπην· διὰ γὰρ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ ᾖ, οὐ προσέρχονται. οὐ δή ἐστιν ἀνδρεῖα διὰ τὸ ὑπʼ ἀλγηδόνος καὶ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον ὁρμᾶν, οὐθὲν τῶν δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι εἶεν πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν. φυσικωτάτη δʼ ἔοικεν ἡ διὰ τὸν θυμὸν εἶναι, καὶ προσλαβοῦσα προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἀνδρεία εἶναι. καὶ οἱ ἄνθρωποι δὴ ὀργιζόμενοι μὲν ἀλγοῦσι, τιμωρούμενοι δʼ ἥδονται· οἱ δὲ διὰ ταῦτα μαχόμενοι μάχιμοι μέν, οὐκ ἀνδρεῖοι δέ· οὐ γὰρ διὰ τὸ καλὸν οὐδʼ ὡς ὁ λόγος, ἀλλὰ διὰ πάθος· παραπλήσιον δʼ ἔχουσί τι. οὐδὲ δὴ οἱ εὐέλπιδες ὄντες ἀνδρεῖοι
Transliteration
kai gar en tois toioutois agosin ouch hoi andreiotatoi machimotatoi eisin, allʼ hoi malista ischyontes kai ta somata arista echontes. hoi stratiotai de deiloi ginontai, hotan hyperteine ho kindynos kai leipontai tois plethesi kai tais paraskeuais protoi gar pheugousi, ta de politika menonta apothneskei, hoper kapi to hErmaio synebe. tois men gar aischron to pheugein kai ho thanatos tes toiautes soterias hairetoteros hoi de kai ex arches ekindyneuon hos kreittous ontes, gnontes de pheugousi, ton thanaton mallon tou aischrou phoboumenoi ho dʼ andreios ou toioutos. kai ton thymon dʼ epi ten andreian pherousin andreioi gar einai dokousi kai hoi dia thymon hosper ta theria epi tous trosantas pheromena, hoti kai hoi andreioi thymoeideis itetikotaton gar ho thymos pros tous kindynous, hothen kai hOmeros kai kai kai panta gar ta toiauta eoike semainein ten tou thymou egersin kai hormen. hoi men oun andreioi dia to kalon prattousin, ho de thymos synergei autois ta theria de dia lypen dia gar to plegenai e dia to phobeisthai, epei ean ge en hyle e, ou proserchontai. ou de estin andreia dia to hypʼ algedonos kai thymou exelaunomena pros ton kindynon horman, outhen ton deinon prooronta, epei houto ge kan hoi onoi andreioi eien peinontes typtomenoi gar ouk aphistantai tes nomes kai hoi moichoi de dia ten epithymian tolmera polla drosin. physikotate dʼ eoiken he dia ton thymon einai, kai proslabousa proairesin kai to hou heneka andreia einai. kai hoi anthropoi de orgizomenoi men algousi, timoroumenoi dʼ hedontai hoi de dia tauta machomenoi machimoi men, ouk andreioi de ou gar dia to kalon oudʼ hos ho logos, alla dia pathos paraplesion dʼ echousi ti. oude de hoi euelpides ontes andreioi
Translation coming soon for this language.
Source edition (provenance)
perseus:tlg0086.tlg010.perseus-grc2; aristotle:ne; book 3 section 8 part 2; bekker 1116b; transliteration: greek-transliteration (build)