Languages

Work 1 · Passage 42

Work 1 · Passage 42

Plato

Greek

εἰ γὰρ λυσιτελεῖν μὲν τὴν ἀδικίαν ἐτίθεσο, κακίαν μέντοι ἢ αἰσχρὸν αὐτὸ ὡμολόγεις εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες· νῦν δὲ δῆλος εἶ ὅτι φήσεις αὐτὸ καὶ καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις ἃ ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι. ἀληθέστατα, ἔφη, μαντεύῃ. ἀλλʼ οὐ μέντοι, ἦν δʼ ἐγώ, ἀποκνητέον γε τῷ λόγῳ ἐπεξελθεῖν σκοπούμενον, ἕως ἄν σε ὑπολαμβάνω λέγειν ἅπερ διανοῇ. ἐμοὶ γὰρ δοκεῖς σύ, ὦ Θρασύμαχε, ἀτεχνῶς νῦν οὐ σκώπτειν, ἀλλὰ τὰ δοκοῦντα περὶ τῆς ἀληθείας λέγειν. τί δέ σοι, ἔφη, τοῦτο διαφέρει, εἴτε μοι δοκεῖ εἴτε μή, ἀλλʼ οὐ τὸν λόγον ἐλέγχεις; οὐδέν, ἦν δʼ ἐγώ. ἀλλὰ τόδε μοι πειρῶ ἔτι πρὸς τούτοις ἀποκρίνασθαι· ὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν; οὐδαμῶς, ἔφη· οὐ γὰρ ἂν ἦν ἀστεῖος, ὥσπερ νῦν, καὶ εὐήθης. τί δέ; τῆς δικαίας πράξεως; οὐδὲ τῆς δικαίας, ἔφη. τοῦ δὲ ἀδίκου πότερον ἀξιοῖ ἂν πλεονεκτεῖν καὶ ἡγοῖτο δίκαιον εἶναι, ἢ οὐκ ἂν ἡγοῖτο; ἡγοῖτʼ ἄν, ἦ δʼ ὅς, καὶ ἀξιοῖ, ἀλλʼ οὐκ ἂν δύναιτο. ἀλλʼ οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἐρωτῶ, ἀλλʼ εἰ τοῦ μὲν δικαίου μὴ ἀξιοῖ πλέον ἔχειν μηδὲ βούλεται ὁ δίκαιος, τοῦ δὲ ἀδίκου; ἀλλʼ οὕτως, ἔφη, ἔχει. τί δὲ δὴ ὁ ἄδικος; ἆρα ἀξιοῖ τοῦ δικαίου πλεονεκτεῖν καὶ τῆς δικαίας πράξεως; πῶς γὰρ οὔκ; ἔφη, ὅς γε πάντων πλέον ἔχειν ἀξιοῖ; οὐκοῦν καὶ ἀδίκου γε ἀνθρώπου τε καὶ πράξεως ὁ ἄδικος πλεονεκτήσει καὶ ἁμιλλήσεται ὡς ἁπάντων πλεῖστον αὐτὸς λάβῃ; ἔστι ταῦτα. ὧδε δὴ λέγωμεν, ἔφην

Transliteration

ei gar lysitelein men tēn adikian etitheso, kakian mentoi ē aischron auto hōmologeis einai hōsper alloi tines, eichomen an ti legein kata ta nomizomena legontes nyn de dēlos ei hoti phēseis auto kai kalon kai ischyron einai kai talla autō panta prosthēseis ha hēmeis tō dikaiō prosetithemen, epeidē ge kai en aretē auto kai sophia etolmēsas theinai. alēthestata, ephē, manteuē. allʼ ou mentoi, ēn dʼ egō, apoknēteon ge tō logō epexelthein skopoumenon, heōs an se hypolambanō legein haper dianoē. emoi gar dokeis sy, ō THrasymache, atechnōs nyn ou skōptein, alla ta dokounta peri tēs alētheias legein. ti de soi, ephē, touto diapherei, eite moi dokei eite mē, allʼ ou ton logon elencheis; ouden, ēn dʼ egō. alla tode moi peirō eti pros toutois apokrinasthai ho dikaios tou dikaiou dokei ti soi an ethelein pleon echein; oudamōs, ephē ou gar an ēn asteios, hōsper nyn, kai euēthēs. ti de; tēs dikaias praxeōs; oude tēs dikaias, ephē. tou de adikou poteron axioi an pleonektein kai hēgoito dikaion einai, ē ouk an hēgoito; hēgoitʼ an, ē dʼ hos, kai axioi, allʼ ouk an dynaito. allʼ ou touto, ēn dʼ egō, erōtō, allʼ ei tou men dikaiou mē axioi pleon echein mēde bouletai ho dikaios, tou de adikou; allʼ houtōs, ephē, echei. ti de dē ho adikos; ara axioi tou dikaiou pleonektein kai tēs dikaias praxeōs; pōs gar ouk; ephē, hos ge pantōn pleon echein axioi; oukoyn kai adikou ge anthrōpou te kai praxeōs ho adikos pleonektēsei kai hamillēsetai hōs hapantōn pleiston autos labē; esti tauta. hōde dē legōmen, ephēn

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg030.perseus-grc2; plato:rep; section 349 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook