Languages

Work 2 · Passage 42

Work 2 · Passage 42

Plato

Greek

ἐγὼ δὲ δὴ βούλομαι πρῶτον μὲν εἰπεῖν ὡς χρή με εἰπεῖν, ἔπειτα εἰπεῖν. δοκοῦσι γάρ μοι πάντες οἱ πρόσθεν εἰρηκότες οὐ τὸν θεὸν ἐγκωμιάζειν ἀλλὰ τοὺς ἀνθρώπους εὐδαιμονίζειν τῶν ἀγαθῶν ὧν ὁ θεὸς αὐτοῖς αἴτιος· ὁποῖος δέ τις αὐτὸς ὢν ταῦτα ἐδωρήσατο, οὐδεὶς εἴρηκεν. εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ. οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις. φημὶ οὖν ἐγὼ πάντων θεῶν εὐδαιμόνων ὄντων ἔρωτα, εἰ θέμις καὶ ἀνεμέσητον εἰπεῖν, εὐδαιμονέστατον εἶναι αὐτῶν, κάλλιστον ὄντα καὶ ἄριστον. ἔστι δὲ κάλλιστος ὢν τοιόσδε. πρῶτον μὲν νεώτατος θεῶν, ὦ Φαῖδρε. μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι· θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται. ὃ δὴ πέφυκεν Ἔρως μισεῖν καὶ οὐδʼ ἐντὸς πολλοῦ πλησιάζειν. μετὰ δὲ νέων ἀεὶ σύνεστί τε καὶ ἔστιν· ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ ἀεὶ πελάζει. ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον· οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει. νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός· ποιητοῦ δʼ ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα. Ὅμηρος γὰρ Ἄτην θεόν τέ φησιν εἶναι καὶ ἁπαλήν—τοὺς γοῦν πόδας αὐτῆς ἁπαλοὺς εἶναι—λέγων τῆς μένθʼ ἁπαλοὶ πόδες

Transliteration

egō de dē boulomai prōton men eipein hōs chrē me eipein, epeita eipein. dokousi gar moi pantes hoi prosthen eirēkotes ou ton theon enkōmiazein alla tous anthrōpous eudaimonizein tōn agathōn hōn ho theos autois aitios hopoios de tis autos ōn tauta edōrēsato, oudeis eirēken. heis de tropos orthos pantos epainou peri pantos, logō dielthein hoios hoiōn aitios ōn tynchanei peri hou an ho logos ē. houtō dē ton erōta kai hēmas dikaion epainesai prōton auton hoios estin, epeita tas doseis. phēmi oun egō pantōn theōn eudaimonōn ontōn erōta, ei themis kai anemesēton eipein, eudaimonestaton einai autōn, kalliston onta kai ariston. esti de kallistos ōn toiosde. prōton men neōtatos theōn, ō PHaidre. mega de tekmērion tō logō autos parechetai, pheugōn phygē to gēras, tachy on dēlon hoti thatton goun tou deontos hēmin proserchetai. ho dē pephyken Erōs misein kai oudʼ entos pollou plēsiazein. meta de neōn aei synesti te kai estin ho gar palaios logos eu echei, hōs homoion homoiō aei pelazei. egō de PHaidrō polla alla homologōn touto ouch homologō, hōs Erōs Kronou kai Iapetou archaioteros estin, alla phēmi neōtaton auton einai theōn kai aei neon, ta de palaia pragmata peri theous, ha hĒsiodos kai Parmenidēs legousin, Anankē kai ouk Erōti gegonenai, ei ekeinoi alēthē elegon ou gar an ektomai oude desmoi allēlōn egignonto kai alla polla kai biaia, ei Erōs en autois ēn, alla philia kai eirēnē, hōsper nyn, ex hou Erōs tōn theōn basileuei. neos men oun esti, pros de tō neō hapalos poiētou dʼ estin endeēs hoios ēn hOmēros pros to epideixai theou hapalotēta. hOmēros gar Atēn theon te phēsin einai kai hapalēn—tous goun podas autēs hapalous einai—legōn tēs menthʼ hapaloi podes

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg011.perseus-grc2; plato:symposium; section 195 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook