Languages

Work 4 · Passage 43

Work 4 · Passage 43

Plato

Greek

ΣΩ. ὁ μὲν οὖν μὴ νεοτελὴς ἢ διεφθαρμένος οὐκ ὀξέως ἐνθένδε ἐκεῖσε φέρεται πρὸς αὐτὸ τὸ κάλλος, θεώμενος αὐτοῦ τὴν τῇδε ἐπωνυμίαν, ὥστʼ οὐ σέβεται προσορῶν, ἀλλʼ ἡδονῇ παραδοὺς τετράποδος νόμον βαίνειν ἐπιχειρεῖ καὶ παιδοσπορεῖν, καὶ ὕβρει προσομιλῶν οὐ δέδοικεν οὐδʼ αἰσχύνεται παρὰ φύσιν ἡδονὴν διώκων· ὁ δὲ ἀρτιτελής, ὁ τῶν τότε πολυθεάμων, ὅταν θεοειδὲς πρόσωπον ἴδῃ κάλλος εὖ μεμιμημένον ἤ τινα σώματος ἰδέαν, πρῶτον μὲν ἔφριξε καί τι τῶν τότε ὑπῆλθεν αὐτὸν δειμάτων, εἶτα προσορῶν ὡς θεὸν σέβεται, καὶ εἰ μὴ ἐδεδίει τὴν τῆς σφόδρα μανίας δόξαν, θύοι ἂν ὡς ἀγάλματι καὶ θεῷ τοῖς παιδικοῖς. ἰδόντα δʼ αὐτὸν οἷον ἐκ τῆς φρίκης μεταβολή τε καὶ ἱδρὼς καὶ θερμότης ἀήθης λαμβάνει· δεξάμενος γὰρ τοῦ κάλλους τὴν ἀπορροὴν διὰ τῶν ὀμμάτων ἐθερμάνθη ᾗ ἡ τοῦ πτεροῦ φύσις ἄρδεται, θερμανθέντος δὲ ἐτάκη τὰ περὶ τὴν ἔκφυσιν, ἃ πάλαι ὑπὸ σκληρότητος συμμεμυκότα εἶργε μὴ βλαστάνειν, ἐπιρρυείσης δὲ τῆς τροφῆς ᾤδησέ τε καὶ ὥρμησε φύεσθαι ἀπὸ τῆς ῥίζης ὁ τοῦ πτεροῦ καυλὸς ὑπὸ πᾶν τὸ τῆς ψυχῆς εἶδος· πᾶσα γὰρ ἦν τὸ πάλαι πτερωτή. ζεῖ οὖν ἐν τούτῳ ὅλη καὶ ἀνακηκίει, καὶ ὅπερ τὸ τῶν ὀδοντοφυούντων πάθος περὶ τοὺς ὀδόντας γίγνεται ὅταν ἄρτι φύωσιν, κνῆσίς τε καὶ ἀγανάκτησις περὶ τὰ οὖλα, ταὐτὸν δὴ πέπονθεν ἡ τοῦ πτεροφυεῖν ἀρχομένου ψυχή· ζεῖ τε καὶ ἀγανακτεῖ καὶ γαργαλίζεται φύουσα τὰ πτερά. ὅταν μὲν οὖν βλέπουσα πρὸς τὸ τοῦ παιδὸς κάλλος, ἐκεῖθεν μέρη ἐπιόντα καὶ ῥέοντʼ—ἃ δὴ διὰ ταῦτα ἵμερος καλεῖται—δεχομένη ἄρδηταί τε καὶ θερμαίνηται, λωφᾷ τε τῆς ὀδύνης καὶ γέγηθεν

Transliteration

SŌ. ho men oun mē neotelēs ē diephtharmenos ouk oxeōs enthende ekeise pheretai pros auto to kallos, theōmenos autou tēn tēde epōnymian, hōstʼ ou sebetai prosorōn, allʼ hēdonē paradous tetrapodos nomon bainein epicheirei kai paidosporein, kai hybrei prosomilōn ou dedoiken oudʼ aischynetai para physin hēdonēn diōkōn ho de artitelēs, ho tōn tote polytheamōn, hotan theoeides prosōpon idē kallos eu memimēmenon ē tina sōmatos idean, prōton men ephrixe kai ti tōn tote hypēlthen auton deimatōn, eita prosorōn hōs theon sebetai, kai ei mē edediei tēn tēs sphodra manias doxan, thyoi an hōs agalmati kai theō tois paidikois. idonta dʼ auton hoion ek tēs phrikēs metabolē te kai hidrōs kai thermotēs aēthēs lambanei dexamenos gar tou kallous tēn aporrhoēn dia tōn ommatōn ethermanthē hē hē tou pterou physis ardetai, thermanthentos de etakē ta peri tēn ekphysin, ha palai hypo sklērotētos symmemykota eirge mē blastanein, epirrhyeisēs de tēs trophēs ōdēse te kai hōrmēse phyesthai apo tēs rhizēs ho tou pterou kaulos hypo pan to tēs psychēs eidos pasa gar ēn to palai pterōtē. zei oun en toutō holē kai anakēkiei, kai hoper to tōn odontophyountōn pathos peri tous odontas gignetai hotan arti phyōsin, knēsis te kai aganaktēsis peri ta oula, tauton dē peponthen hē tou pterophyein archomenou psychē zei te kai aganaktei kai gargalizetai phyousa ta ptera. hotan men oun blepousa pros to tou paidos kallos, ekeithen merē epionta kai hrheontʼ—a dē dia tauta himeros kaleitai—dechomenē ardētai te kai thermainētai, lōpha te tēs odynēs kai gegēthen

Translation coming soon for this language.

Source edition (provenance)

perseus:tlg0059.tlg012.perseus-grc2; plato:phaedrus; section 251 part 1; transliteration: greek-transliteration (build)

Share X Facebook